Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.95 Joseph. AJ 1.99 (English) >>Joseph. AJ 1.104

1.97κακοδαιμονεστέρους γὰρ ἐκείνων ἔσεσθαι καὶ χείρω κακίαν καταδικασθέντας, εἰ μὴ πρὸς τὸ παντελὲς εἶεν σεσωσμένοι, τηρηθεῖεν δʼ ἑτέρῳ κατακλυσμῷ, τοῦ μὲν πρώτου τὸν φόβον καὶ τὴν ἱστορίαν μαθόντες τοῦ δευτέρου δὲ τὴν ἀπώλειαν. 1.98εὐμενῶς τε οὖν αὐτὸν προσδέχεσθαι τὴν θυσίαν παρεκάλει καὶ μηδεμίαν ὀργὴν ἐπὶ τὴν γῆν ὁμοίαν βαλεῖν, ὅπως ἔργοις τε τοῖς ταύτης προσλιπαροῦντες καὶ πόλεις ἀναστήσαντες εὐδαιμόνως ζῆν ἔχοιεν καὶ μηδενὸς ὧν καὶ πρὸ τῆς ἐπομβρίας ἀπέλαυον ὑστερῶσιν ἀγαθῶν, εἰς μακρὸν αὐτῶν γῆρας καὶ βίου μῆκος ὅμοιον τοῖς τάχιον ἐπερχομένων. 1.99

Νώχου δὲ ταύτας ποιησαμένου τὰς ἱκετείας θεὸς ἐπὶ δικαιοσύνῃ τὸν ἄνδρα ἀγαπῶν ἐπένευεν αὐτῷ τὰς εὐχὰς εἰς τέλος ἄξειν, οὔτε τοὺς διεφθαρμένους λέγων αὐτὸς ἀπολέσαι, κακίᾳ δὲ τῇ οἰκείᾳ ταύτην αὐτοὺς ὑποσχεῖν τὴν δίκην, οὔτʼ ἄν, εἰ γενομένους ἀνθρώπους ἀφανίσαι διεγνώκει, παραγαγεῖν αὐτοὺς εἰς τὸν βίον, 1.100σῶφρον γὰρ εἶναι τὴν ἀρχὴν αὐτοῖς μηδὲ χαρίσασθαι τὸ ζῆν δόντα τοῦτο διαφθείρειν· ἀλλʼ οἷς ἐξύβριζον εἰς τὴν ἐμὴν εὐσέβειαν καὶ ἀρετήν, τούτοις ἐξεβιάσαντό με ταύτην αὐτοῖς ἐπιθεῖναι τὴν δίκην. 1.101παύσομαι δὲ τοῦ λοιποῦ μετὰ τοσαύτης ὀργῆς τὰς τιμωρίας ἐπὶ τοῖς ἀδικήμασιν εἰσπραττόμενος καὶ πολὺ μᾶλλον σοῦ παρακαλοῦντος. εἰ δʼ ἐπὶ πλέον ποτὲ χειμάσαιμι, μὴ δείσητε τῶν ὄμβρων τὸ μέγεθος· οὐ γὰρ ἔτι τὴν γῆν ἐπικλύσει τὸ ὕδωρ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 1.95 Joseph. AJ 1.99 (English) >>Joseph. AJ 1.104

Powered by PhiloLogic